Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.89.4 | Hdt. 9.90.2 (English) | >>Hdt. 9.92.2 |
9.90.1
τῆς δὲ αὐτῆς ἡμέρης τῆς περ ἐν Πλαταιῇσι τὸ τρῶμα ἐγένετο , συνεκύρησε γενέσθαι καὶ ἐν Μυκάλῃ τῆς Ἰωνίης . ἐπεὶ γὰρ δὴ ἐν τῇ Δήλῳ κατέατο οἱ Ἕλληνες οἱ ἐν τῇσι νηυσὶ ἅμα Λευτυχίδῃ τῷ Λακεδαιμονίῳ ἀπικόμενοι , ἦλθόν σφι ἄγγελοι ἀπὸ Σάμου Λάμπων τε Θρασυκλέος καὶ Ἀθηναγόρης Ἀρχεστρατίδεω καὶ Ἡγησίστρατος Ἀρισταγόρεω , πεμφθέντες ὑπὸ Σαμίων λάθρῃ τῶν τε Περσέων καὶ τοῦ τυράννου Θεομήστορος τοῦ Ἀνδροδάμαντος , τὸν κατέστησαν Σάμου τύραννον οἱ Πέρσαι .
9.90.2 ἐπελθόντων δὲ σφέων ἐπὶ τοὺς στρατηγοὺς ἔλεγε Ἡγησίστρατος πολλὰ καὶ παντοῖα , ὡς ἢν μοῦνον ἴδωνται αὐτοὺς οἱ Ἴωνες ἀποστήσονται ἀπὸ Περσέων , καὶ ὡς οἱ βάρβαροι οὐκ ὑπομενέουσι · ἢν δὲ καὶ ἄρα ὑπομείνωσι , οὐκ ἑτέρην ἄγρην τοιαύτην εὑρεῖν ἂν αὐτούς · θεούς τε κοινοὺς ἀνακαλέων προέτραπε αὐτοὺς ῥύσασθαι ἄνδρας Ἕλληνας ἐκ δουλοσύνης καὶ ἀπαμῦναι τὸν βάρβαρον ·
9.90.3 εὐπετές τε αὐτοῖσι ἔφη ταῦτα γίνεσθαι · τάς τε γὰρ νέας αὐτῶν κακῶς πλέειν καὶ οὐκ ἀξιομάχους κείνοισι εἶναι . αὐτοί τε , εἴ τι ὑποπτεύουσι μὴ δόλῳ αὐτοὺς προάγοιεν , ἕτοιμοι εἶναι ἐν τῇσι νηυσὶ τῇσι ἐκείνων ἀγόμενοι ὅμηροι εἶναι .
ch. 91
9.91.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.89.4 | Hdt. 9.90.2 (English) | >>Hdt. 9.92.2 |